Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.64 Dem. 24.68 (English) >>Dem. 24.71

24.66ὅτι μὲν τοίνυν καὶ παρὰ τούτους τοὺς νόμους καὶ παρὰ τοὺς προειρημένους, καὶ μικροῦ δέω παρὰ πάντας εἰπεῖν τοὺς ὄντας ἐν τῇ πόλει, τέθηκε τὸν νόμον, οἶμαι δῆλον ἅπασιν ὑμῖν εἶναι. θαυμάζω δʼ αὐτοῦ τί ποτε καὶ τολμήσει λέγειν περὶ τούτων. οὔτε γὰρ ὡς οὐκ ἐναντίος ἔσθʼ νόμος τοῖς ἄλλοις δεικνύειν ἕξει, οὔθʼ ὡς διʼ ἀπειρίαν ἰδιώτην αὐτὸν ὄντα τοῦτʼ ἔλαθεν δύναιτʼ ἂν πεῖσαι· πάλαι γὰρ μισθοῦ καὶ γράφων καὶ νόμους εἰσφέρων ὦπται. 24.67καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ ἔνεστιν αὐτῷ, ἀδίκημα μὲν εἶναι τὸ πρᾶγμʼ ὁμολογῆσαι, συγγνώμης δὲ τυχεῖν ἀξιοῦν· οὐ γὰρ ἄκων οὐδʼ ὑπὲρ ἠτυχηκότων οὐδʼ ὑπὲρ συγγενῶν καὶ ἀναγκαίων αὐτῷ τεθηκὼς φαίνεται τὸν νόμον, ἀλλʼ ἑκὼν ὑπὲρ μεγάλʼ ἠδικηκότων ὑμᾶς, οὐδὲν προσηκόντων αὐτῷ, πλὴν εἰ συγγενεῖς ὑπολαμβάνειν φησὶν τοὺς μισθουμένους αὐτόν.

24.68ὡς τοίνυν οὐδʼ ἐπιτήδειον νόμον ὑμῖν οὐδὲ συμφέροντʼ εἰσενήνοχεν, τοῦτʼ ἤδη πειράσομαι νυνὶ δεικνύειν. οἶμαι δὴ πάντας ἂν ὑμᾶς ὁμολογῆσαι, δεῖν τὸν ὀρθῶς ἔχοντα νόμον καὶ συνοίσειν μέλλοντα τῷ πλήθει πρῶτον μὲν ἁπλῶς καὶ πᾶσι γνωρίμως γεγράφθαι, καὶ μὴ τῷ μὲν εἶναι ταυτὶ περὶ αὐτοῦ νομίζειν, τῷ δὲ ταυτί. ἔπειτʼ εἶναι δυνατὰς τὰς πράξεις ἃς δεῖ γίγνεσθαι διὰ τοῦ νόμου· εἰ γὰρ αὖ καλῶς μὲν ἔχοι, μὴ δυνατὸν δέ τι φράζοι, εὐχῆς, οὐ νόμου διαπράττοιτʼ ἂν ἔργον.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.64 Dem. 24.68 (English) >>Dem. 24.71

Powered by PhiloLogic